Κείμενο
[84.1] τοῦ
δ’ ἐπιγιγνομένου θέρους Ἀλκιβιάδης
τε πλεύσας ἐς Ἄργος ναυσὶν εἴκοσιν
Ἀργείων τοὺς δοκοῦντας ἔτι ὑπόπτους
εἶναι καὶ τὰ Λακεδαιμονίων φρονεῖν
ἔλαβε τριακοσίους ἄνδρας, καὶ κατέθεντο
αὐτοὺς Ἀθηναῖοι ἐς τὰς ἐγγὺς νήσους
ὧν ἦρχον· καὶ ἐπὶ Μῆλον τὴν νῆσον
Ἀθηναῖοι ἐστράτευσαν ναυσὶν ἑαυτῶν
μὲν τριάκοντα, Χίαις δὲ ἕξ, Λεσβίαιν
δὲ δυοῖν, καὶ ὁπλίταις ἑαυτῶν μὲν
διακοσίοις καὶ χιλίοις καὶ τοξόταις
τριακοσίοις καὶ ἱπποτοξόταις εἴκοσι,
τῶν δὲ ξυμμάχων καὶ νησιωτῶν ὁπλίταις
μάλιστα πεντακοσίοις καὶ χιλίοις. [84.2] οἱ
δὲ Μήλιοι Λακεδαιμονίων μέν εἰσιν
ἄποικοι, τῶν δ’ Ἀθηναίων οὐκ ἤθελον
ὑπακούειν ὥσπερ οἱ ἄλλοι νησιῶται,
ἀλλὰ τὸ μὲν πρῶτον οὐδετέρων ὄντες
ἡσύχαζον, ἔπειτα ὡς αὐτοὺς ἠνάγκαζον
οἱ Ἀθηναῖοι δῃοῦντες τὴν γῆν, ἐς
πόλεμον φανερὸν κατέστησαν. [84.3] στρατοπεδευσάμενοι
οὖν ἐς τὴν γῆν αὐτῶν τῇ παρασκευῇ
ταύτῃ οἱ στρατηγοὶ Κλεομήδης τε ὁ
Λυκομήδους καὶ Τεισίας ὁ Τεισιμάχου,
πρὶν ἀδικεῖν τι τῆς γῆς, λόγους πρῶτον
[84]ποιησομένους
ἔπεμψαν πρέσβεις. οὓς οἱ Μήλιοι πρὸς
μὲν τὸ πλῆθος οὐκ ἤγαγον, ἐν δὲ ταῖς
ἀρχαῖς καὶ τοῖς ὀλίγοις λέγειν
ἐκέλευον περὶ ὧν ἥκουσιν. [85] [85.1] οἱ
δὲ τῶν Ἀθηναίων πρέσβεις ἔλεγον
τοιάδε. ‘ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος
οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ ξυνεχεῖ
ῥήσει οἱ πολλοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα
ἐσάπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσιν
(γιγνώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ
ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή), ὑμεῖς
οἱ καθήμενοι ἔτι ἀσφαλέστερον ποιήσατε.
καθ’ ἕκαστον γὰρ καὶ μηδ’ ὑμεῖς ἑνὶ
λόγῳ, ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως
λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε.
καὶ πρῶτον εἰ ἀρέσκει ὡς λέγομεν
εἴπατε.’ [86] [86.1] οἱ
δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο
‘ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ’
ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ
τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα
διαφέροντα αὐτοῦ φαίνεται. ὁρῶμεν
γὰρ αὐτούς τε κριτὰς ἥκοντας ὑμᾶς
τῶν λεχθησομένων καὶ τὴν τελευτὴν ἐξ
αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις
μὲν τῷ δικαίῳ καὶ δι’ αὐτὸ μὴ ἐνδοῦσι
πόλεμον ἡμῖν φέρουσαν, πεισθεῖσι δὲ
δουλείαν.’
εἰ
μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων
λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε ἢ ἐκ
τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ
σωτηρίας βουλεύσοντες τῇ πόλει, παυοίμεθ’
ἄν· εἰ δ’ ἐπὶ τοῦτο, λέγοιμεν ἄν.
εἰκὸς
μὲν καὶ ξυγγνώμη ἐν τῷ τοιῷδε καθεστῶτας
ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας
τρέπεσθαι· ἡ μέντοι ξύνοδος καὶ περὶ
σωτηρίας ἥδε πάρεστι, καὶ ὁ λόγος ᾧ
προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω.
ἡμεῖς
τοίνυν οὔτε αὐτοὶ μετ’ ὀνομάτων
καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον
καταλύσαντες ἄρχομεν ἢ ἀδικούμενοι
νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον
παρέξομεν, οὔθ’ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι
Λακεδαιμονίων ἄποικοι ὄντες οὐ
ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν
ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν,
τὰ δυνατὰ δ’ ἐξ ὧν ἑκάτεροι ἀληθῶς
φρονοῦμεν διαπράσσεσθαι, ἐπισταμένους
πρὸς εἰδότας ὅτι δίκαια μὲν ἐν τῷ
ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης
κρίνεται, δυνατὰ δὲ οἱ προύχοντες
πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσιν.
ἧι
μὲν δὴ νομίζομέν γε, χρήσιμον (ἀνάγκη
γάρ, ἐπειδὴ ὑμεῖς οὕτω παρὰ τὸ δίκαιον
τὸ ξυμφέρον λέγειν ὑπέθεσθε) μὴ
καταλύειν ὑμᾶς τὸ κοινὸν ἀγαθόν, ἀλλὰ
τῷ αἰεὶ ἐν κινδύνῳ γιγνομένῳ εἶναι
τὰ εἰκότα καὶ δίκαια, καί τι καὶ ἐντὸς
τοῦ ἀκριβοῦς πείσαντά τινα ὠφεληθῆναι.
καὶ πρὸς ὑμῶν οὐχ ἧσσον τοῦτο, ὅσῳ
καὶ ἐπὶ μεγίστῃ τιμωρίᾳ σφαλέντες
ἂν τοῖς ἄλλοις παράδειγμα γένοισθε.
ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ
παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν·
οὐ γὰρ οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ
Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς
νικηθεῖσιν (ἔστι δὲ οὐ πρὸς Λακεδαιμονίους
ἡμῖν ὁ ἀγών), ἀλλ’ ἢν οἱ ὑπήκοοί που
τῶν ἀρξάντων αὐτοὶ ἐπιθέμενοι
κρατήσωσιν. [91.2] καὶ
περὶ μὲν τούτου ἡμῖν ἀφείσθω
κινδυνεύεσθαι· ὡς δὲ ἐπ’ ὠφελίᾳ τε
πάρεσμεν τῆς ἡμετέρας ἀρχῆς καὶ ἐπὶ
σωτηρίᾳ νῦν τοὺς λόγους ἐροῦμεν τῆς
ὑμετέρας πόλεως, ταῦτα δηλώσομεν,
βουλόμενοι ἀπόνως μὲν ὑμῶν ἄρξαι,
χρησίμως δ’ ὑμᾶς ἀμφοτέροις σωθῆναι.
καὶ
πῶς χρήσιμον ἂν ξυμβαίη ἡμῖν δουλεῦσαι,
ὥσπερ καὶ ὑμῖν ἄρξαι;
ὅτι
ὑμῖν μὲν πρὸ τοῦ τὰ δεινότατα παθεῖν
ὑπακοῦσαι ἂν γένοιτο, ἡμεῖς δὲ μὴ
διαφθείραντες ὑμᾶς κερδαίνοιμεν ἄν.
ὥστε
[δὲ] ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν
εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ
μηδετέρων, οὐκ ἂν δέξαισθε;
οὐ
γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα
ὑμῶν ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ
δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς
ἀρχομένοις δηλούμενον.
σκοποῦσι
δ’ ὑμῶν οὕτως οἱ ὑπήκοοι τὸ εἰκός,
ὥστε τούς τε μὴ προσήκοντας καὶ ὅσοι
ἄποικοι ὄντες οἱ πολλοὶ καὶ ἀποστάντες
τινὲς κεχείρωνται ἐς τὸ αὐτὸ τιθέασιν;
δικαιώματι
γὰρ οὐδετέρους ἐλλείπειν ἡγοῦνται,
κατὰ δύναμιν δὲ τοὺς μὲν περιγίγνεσθαι,
ἡμᾶς δὲ φόβῳ οὐκ ἐπιέναι· ὥστε ἔξω
καὶ τοῦ πλεόνων ἄρξαι καὶ τὸ ἀσφαλὲς
ἡμῖν διὰ τὸ καταστραφῆναι ἂν
παράσχοιτε, ἄλλως τε καὶ νησιῶται
ναυκρατόρων καὶ ἀσθενέστεροι ἑτέρων
ὄντες εἰ μὴ περιγένοισθε.
ἐν
δ’ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν; δεῖ
γὰρ αὖ καὶ ἐνταῦθα, ὥσπερ ὑμεῖς τῶν
δικαίων λόγων ἡμᾶς ἐκβιβάσαντες τῷ
ὑμετέρῳ ξυμφόρῳ ὑπακούειν πείθετε,
καὶ ἡμᾶς τὸ ἡμῖν χρήσιμον διδάσκοντας,
εἰ τυγχάνει καὶ ὑμῖν τὸ αὐτὸ ξυμβαῖνον,
πειρᾶσθαι πείθειν. ὅσοι γὰρ νῦν
μηδετέροις ξυμμαχοῦσι, πῶς οὐ πολεμώσεσθε
αὐτούς, ὅταν ἐς τάδε βλέψαντες ἡγήσωνταί
ποτε ὑμᾶς καὶ ἐπὶ σφᾶς ἥξειν; κἀν
τούτῳ τί ἄλλο ἢ τοὺς μὲν ὑπάρχοντας
πολεμίους μεγαλύνετε, τοὺς δὲ μηδὲ
μελλήσαντας γενέσθαι ἄκοντας ἐπάγεσθε;
οὐ
γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους
ὅσοι ἠπειρῶταί που ὄντες τῷ ἐλευθέρῳ
πολλὴν τὴν διαμέλλησιν τῆς πρὸς ἡμᾶς
φυλακῆς ποιήσονται, ἀλλὰ τοὺς νησιώτας
τέ που ἀνάρκτους, ὥσπερ ὑμᾶς, καὶ τοὺς
ἤδη τῆς ἀρχῆς τῷ ἀναγκαίῳ παροξυνομένους.
οὗτοι γὰρ πλεῖστ’ ἂν τῷ ἀλογίστῳ
ἐπιτρέψαντες σφᾶς τε αὐτοὺς καὶ ἡμᾶς
ἐς προῦπτον κίνδυνον καταστήσειαν.
ἦ
που ἄρα, εἰ τοσαύτην γε ὑμεῖς τε μὴ
παυθῆναι ἀρχῆς καὶ οἱ δουλεύοντες
ἤδη ἀπαλλαγῆναι τὴν παρακινδύνευσιν
ποιοῦνται, ἡμῖν γε τοῖς ἔτι ἐλευθέροις
πολλὴ κακότης καὶ δειλία μὴ πᾶν πρὸ
τοῦ δουλεῦσαι ἐπεξελθεῖν.
οὔκ,
ἤν γε σωφρόνως βουλεύησθε· οὐ γὰρ περὶ
ἀνδραγαθίας ὁ ἀγὼν ἀπὸ τοῦ ἴσου
ὑμῖν, μὴ αἰσχύνην ὀφλεῖν, περὶ δὲ
σωτηρίας μᾶλλον ἡ βουλή, πρὸς τοὺς
κρείσσονας πολλῷ μὴ ἀνθίστασθαι.
ἀλλ’
ἐπιστάμεθα τὰ τῶν πολέμων ἔστιν ὅτε
κοινοτέρας τὰς τύχας λαμβάνοντα ἢ κατὰ
τὸ διαφέρον ἑκατέρων πλῆθος· καὶ ἡμῖν
τὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ
δὲ τοῦ δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς
ὀρθῶς.
ἐλπὶς δὲ κινδύνῳ παραμύθιον οὖσα
τοὺς μὲν ἀπὸ περιουσίας χρωμένους
αὐτῇ, κἂν βλάψῃ, οὐ καθεῖλεν· τοῖς
δ’ ἐς ἅπαν τὸ ὑπάρχον ἀναῤῥιπτοῦσι
(δάπανος γὰρ φύσει) ἅμα τε γιγνώσκεται
σφαλέντων καὶ ἐν ὅτῳ ἔτι φυλάξεταί
τις αὐτὴν γνωρισθεῖσαν οὐκ
ἐλλείπει. [103.2] ὃ
ὑμεῖς ἀσθενεῖς τε καὶ ἐπὶ ῥοπῆς
μιᾶς ὄντες μὴ βούλεσθε παθεῖν μηδὲ
ὁμοιωθῆναι τοῖς πολλοῖς, οἷς παρὸν
ἀνθρωπείως ἔτι σῴζεσθαι, ἐπειδὰν
πιεζομένους αὐτοὺς ἐπιλίπωσιν αἱ
φανεραὶ ἐλπίδες, ἐπὶ τὰς ἀφανεῖς
καθίστανται μαντικήν τε καὶ χρησμοὺς
καὶ ὅσα τοιαῦτα μετ’ ἐλπίδων λυμαίνεται.
χαλεπὸν
μὲν καὶ ἡμεῖς (εὖ ἴστε) νομίζομεν
πρὸς δύναμίν τε τὴν ὑμετέραν καὶ τὴν
τύχην, εἰ μὴ ἀπὸ τοῦ ἴσου ἔσται,
ἀγωνίζεσθαι· ὅμως δὲ πιστεύομεν τῇ
μὲν τύχῃ ἐκ τοῦ θείου μὴ ἐλασσώσεσθαι,
ὅτι ὅσιοι πρὸς οὐ δικαίους ἱστάμεθα,
τῆς δὲ δυνάμεως τῷ ἐλλείποντι τὴν
Λακεδαιμονίων ἡμῖν ξυμμαχίαν προσέσεσθαι,
ἀνάγκην ἔχουσαν, καὶ εἰ μή του ἄλλου,
τῆς γε ξυγγενείας ἕνεκα καὶ αἰσχύνῃ
βοηθεῖν. καὶ οὐ παντάπασιν οὕτως
ἀλόγως θρασυνόμεθα.
τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας
οὐδ’ ἡμεῖς οἰόμεθα λελείψεσθαι·
οὐδὲν γὰρ ἔξω τῆς ἀνθρωπείας τῶν
μὲν ἐς τὸ θεῖον νομίσεως, τῶν δ’ ἐς
σφᾶς αὐτοὺς βουλήσεως δικαιοῦμεν ἢ
πράσσομεν. [105.2] ἡγούμεθα
γὰρ τό τε θεῖον δόξῃ τὸ ἀνθρώπειόν
τε σαφῶς διὰ παντὸς ὑπὸ φύσεως
ἀναγκαίας, οὗ ἂν κρατῇ, ἄρχειν· καὶ
ἡμεῖς οὔτε θέντες τὸν νόμον οὔτε
κειμένῳ πρῶτοι χρησάμενοι, ὄντα δὲ
παραλαβόντες καὶ ἐσόμενον ἐς αἰεὶ
καταλείψοντες χρώμεθα αὐτῷ, εἰδότες
καὶ ὑμᾶς ἂν καὶ ἄλλους ἐν τῇ αὐτῇ
δυνάμει ἡμῖν γενομένους δρῶντας ἂν
ταὐτό. [105.3] καὶ
πρὸς μὲν τὸ θεῖον οὕτως ἐκ τοῦ εἰκότος
οὐ φοβούμεθα ἐλασσώσεσθαι· τῆς δὲ ἐς
Λακεδαιμονίους δόξης, ἣν διὰ τὸ αἰσχρὸν
δὴ βοηθήσειν ὑμῖν πιστεύετε αὐτούς,
μακαρίσαντες ὑμῶν τὸ ἀπειρόκακον οὐ
ζηλοῦμεν τὸ ἄφρον. [105.4] Λακεδαιμόνιοι
γὰρ πρὸς σφᾶς μὲν αὐτοὺς καὶ τὰ
ἐπιχώρια νόμιμα πλεῖστα ἀρετῇ χρῶνται·
πρὸς δὲ τοὺς ἄλλους πολλὰ ἄν τις ἔχων
εἰπεῖν ὡς προσφέρονται, ξυνελὼν
μάλιστ’ ἂν δηλώσειεν ὅτι ἐπιφανέστατα
ὧν ἴσμεν τὰ μὲν ἡδέα καλὰ νομίζουσι,
τὰ δὲ ξυμφέροντα δίκαια. καίτοι οὐ
πρὸς τῆς ὑμετέρας νῦν ἀλόγου σωτηρίας
ἡ τοιαύτη διάνοια.
ἡμεῖς
δὲ κατ’ αὐτὸ τοῦτο ἤδη καὶ μάλιστα
πιστεύομεν τῷ ξυμφέροντι αὐτῶν, Μηλίους
ἀποίκους ὄντας μὴ βουλήσεσθαι προδόντας
τοῖς μὲν εὔνοις τῶν Ἑλλήνων ἀπίστους
καταστῆναι, τοῖς δὲ πολεμίοις ὠφελίμους.
οὔκουν
οἴεσθε τὸ ξυμφέρον μὲν μετ’ ἀσφαλείας
εἶναι, τὸ δὲ δίκαιον καὶ καλὸν μετὰ
κινδύνου δρᾶσθαι· ὃ Λακεδαιμόνιοι
ἥκιστα ὡς ἐπὶ τὸ πολὺ τολμῶσιν.
ἀλλὰ
καὶ τοὺς κινδύνους τε ἡμῶν ἕνεκα
μᾶλλον ἡγούμεθ’ ἂν ἐγχειρίσασθαι
αὐτούς, καὶ βεβαιοτέρους ἢ ἐς ἄλλους
νομιεῖν, ὅσῳ πρὸς μὲν τὰ ἔργα τῆς
Πελοποννήσου ἐγγὺς κείμεθα, τῆς δὲ
γνώμης τῷ ξυγγενεῖ πιστότεροι ἑτέρων
ἐσμέν.
τὸ
δ’ ἐχυρόν γε τοῖς ξυναγωνιουμένοις
οὐ τὸ εὔνουν τῶν ἐπικαλεσαμένων
φαίνεται, ἀλλ’ ἢν τῶν ἔργων τις δυνάμει
πολὺ προύχῃ· ὃ Λακεδαιμόνιοι καὶ
πλέον τι τῶν ἄλλων σκοποῦσιν (τῆς γοῦν
οἰκείας παρασκευῆς ἀπιστίᾳ καὶ μετὰ
ξυμμάχων πολλῶν τοῖς πέλας ἐπέρχονται),
ὥστε οὐκ εἰκὸς ἐς νῆσόν γε αὐτοὺς
ἡμῶν ναυκρατόρων ὄντων περαιωθῆναι.
οἱ δὲ καὶ ἄλλους ἂν ἔχοιεν πέμψαι·
πολὺ δὲ τὸ Κρητικὸν πέλαγος, δι’ οὗ
τῶν κρατούντων ἀπορώτερος ἡ λῆψις ἢ
τῶν λαθεῖν βουλομένων ἡ σωτηρία. [110.2] καὶ
εἰ τοῦδε σφάλλοιντο, τράποιντ’ ἂν καὶ
ἐς τὴν γῆν ὑμῶν καὶ ἐπὶ τοὺς λοιποὺς
τῶν ξυμμάχων, ὅσους μὴ Βρασίδας ἐπῆλθεν·
καὶ οὐ περὶ τῆς μὴ προσηκούσης μᾶλλον
ἢ τῆς οἰκειοτέρας ξυμμαχίδος τε καὶ
γῆς ὁ πόνος ὑμῖν ἔσται.
τούτων μὲν καὶ πεπειραμένοις ἄν τι
γένοιτο καὶ ὑμῖν καὶ οὐκ ἀνεπιστήμοσιν
ὅτι οὐδ’ ἀπὸ μιᾶς πώποτε πολιορκίας
Ἀθηναῖοι δι’ ἄλλων φόβον
ἀπεχώρησαν. [111.2] ἐνθυμούμεθα
δὲ ὅτι φήσαντες περὶ σωτηρίας βουλεύσειν
οὐδὲν ἐν τοσούτῳ λόγῳ εἰρήκατε ᾧ
ἄνθρωποι ἂν πιστεύσαντες νομίσειαν
σωθήσεσθαι, ἀλλ’ ὑμῶν τὰ μὲν ἰσχυρότατα
ἐλπιζόμενα μέλλεται, τὰ δ’ ὑπάρχοντα
βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα
περιγίγνεσθαι. πολλήν τε ἀλογίαν τῆς
διανοίας παρέχετε, εἰ μὴ μεταστησάμενοι
ἔτι ἡμᾶς ἄλλο τι τῶνδε σωφρονέστερον
γνώσεσθε. [111.3] οὐ
γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς
καὶ προύπτοις κινδύνοις πλεῖστα
διαφθείρουσαν ἀνθρώπους αἰσχύνην
τρέψεσθε. πολλοῖς γὰρ προορωμένοις
ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν
καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμει
ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος
ἔργῳ ξυμφοραῖς ἀνηκέστοις ἑκόντας
περιπεσεῖν καὶ αἰσχύνην αἰσχίω μετὰ
ἀνοίας ἢ τύχῃ προσλαβεῖν. [111.4] ὃ
ὑμεῖς, ἢν εὖ βουλεύησθε, φυλάξεσθε,
καὶ οὐκ ἀπρεπὲς νομιεῖτε πόλεώς τε
τῆς μεγίστης ἡσσᾶσθαι μέτρια
προκαλουμένης, ξυμμάχους γενέσθαι
ἔχοντας τὴν ὑμετέραν αὐτῶν ὑποτελεῖς,
καὶ δοθείσης αἱρέσεως πολέμου πέρι
καὶ ἀσφαλείας μὴ τὰ χείρω φιλονικῆσαι·
ὡς οἵτινες τοῖς μὲν ἴσοις μὴ εἴκουσι,
τοῖς δὲ κρείσσοσι καλῶς προσφέρονται,
πρὸς δὲ τοὺς ἥσσους μέτριοί εἰσι,
πλεῖστ’ ἂν ὀρθοῖντο. [111.5] σκοπεῖτε
οὖν καὶ μεταστάντων ἡμῶν καὶ ἐνθυμεῖσθε
πολλάκις ὅτι περὶ πατρίδος βουλεύεσθε,
ἧς μιᾶς πέρι καὶ ἐς μίαν βουλὴν
τυχοῦσάν τε καὶ μὴ κατορθώσασαν ἔσται.
[112] [112.1] καὶ
οἱ μὲν Ἀθηναῖοι μετεχώρησαν ἐκ τῶν
λόγων· οἱ δὲ Μήλιοι κατὰ σφᾶς αὐτοὺς
γενόμενοι, ὡς ἔδοξεν αὐτοῖς παραπλήσια
καὶ ἀντέλεγον, ἀπεκρίναντο
τάδε. [112.2] ‘οὔτε
ἄλλα δοκεῖ ἡμῖν ἢ ἅπερ καὶ τὸ πρῶτον,
ὦ Ἀθηναῖοι, οὔτ’ ἐν ὀλίγῳ χρόνῳ
πόλεως ἑπτακόσια ἔτη ἤδη οἰκουμένης
τὴν ἐλευθερίαν ἀφαιρησόμεθα, ἀλλὰ
τῇ τε μέχρι τοῦδε σῳζούσῃ τύχῃ ἐκ
τοῦ θείου αὐτὴν καὶ τῇ ἀπὸ τῶν
ἀνθρώπων καὶ Λακεδαιμονίων τιμωρίᾳ
πιστεύοντες πειρασόμεθα
σῴζεσθαι. [112.3] προκαλούμεθα
δὲ ὑμᾶς φίλοι μὲν εἶναι, πολέμιοι δὲ
μηδετέροις, καὶ ἐκ τῆς γῆς ἡμῶν
ἀναχωρῆσαι σπονδὰς ποιησαμένους
αἵτινες δοκοῦσιν ἐπιτήδειοι εἶναι
ἀμφοτέροις.’
[113] [113.1] οἱ
μὲν δὴ Μήλιοι τοσαῦτα ἀπεκρίναντο·
οἱ δὲ Ἀθηναῖοι διαλυόμενοι ἤδη ἐκ
τῶν λόγων ἔφασαν ‘ἀλλ’ οὖν μόνοι γε
ἀπὸ τούτων τῶν βουλευμάτων, ὡς ἡμῖν
δοκεῖτε, τὰ μὲν μέλλοντα τῶν ὁρωμένων
σαφέστερα κρίνετε, τὰ δὲ ἀφανῆ τῷ
βούλεσθαι ὡς γιγνόμενα ἤδη θεᾶσθε,
καὶ Λακεδαιμονίοις καὶ τύχῃ καὶ ἐλπίσι
πλεῖστον δὴ παραβεβλημένοι καὶ
πιστεύσαντες πλεῖστον καὶ σφαλήσεσθε.’
[114] [114.1] καὶ
οἱ μὲν Ἀθηναίων πρέσβεις ἀνεχώρησαν
ἐς τὸ στράτευμα· οἱ δὲ στρατηγοὶ
αὐτῶν, ὡς οὐδὲν ὑπήκουον οἱ Μήλιοι,
πρὸς πόλεμον εὐθὺς ἐτρέποντο καὶ
διελόμενοι κατὰ πόλεις περιετείχισαν
κύκλῳ τοὺς Μηλίους. [114.2] καὶ
ὕστερον φυλακὴν σφῶν τε αὐτῶν καὶ
τῶν ξυμμάχων καταλιπόντες οἱ Ἀθηναῖοι
καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν
ἀνεχώρησαν τῷ πλέονι τοῦ στρατοῦ. οἱ
δὲ λειπόμενοι παραμένοντες ἐπολιόρκουν
τὸ χωρίον.
[115] [115.1] καὶ
Ἀργεῖοι κατὰ τὸν χρόνον τὸν αὐτὸν
ἐσβαλόντες ἐς τὴν Φλειασίαν καὶ
λοχισθέντες ὑπό τε Φλειασίων καὶ τῶν
σφετέρων φυγάδων διεφθάρησαν ὡς
ὀγδοήκοντα. [115.2] καὶ
οἱ ἐκ τῆς Πύλου Ἀθηναῖοι Λακεδαιμονίων
πολλὴν λείαν ἔλαβον· καὶ Λακεδαιμόνιοι
δι’ αὐτὸ τὰς μὲν σπονδὰς οὐδ’ ὣς
ἀφέντες ἐπολέμουν αὐτοῖς, ἐκήρυξαν
δὲ εἴ τις βούλεται παρὰ σφῶν Ἀθηναίους
λῄζεσθαι. [115.3] καὶ
Κορίνθιοι ἐπολέμησαν ἰδίων τινῶν
διαφορῶν ἕνεκα τοῖς Ἀθηναίοις· οἱ
δ’ ἄλλοι Πελοποννήσιοι ἡσύχαζον. [115.4] εἷλον
δὲ καὶ οἱ Μήλιοι τῶν Ἀθηναίων τοῦ
περιτειχίσματος τὸ κατὰ τὴν ἀγορὰν
προσβαλόντες νυκτός, καὶ ἄνδρας τε
ἀπέκτειναν καὶ ἐσενεγκάμενοι σῖτόν
τε καὶ ὅσα πλεῖστα ἐδύναντο χρήσιμα
ἀναχωρήσαντες ἡσύχαζον· καὶ οἱ
Ἀθηναῖοι ἄμεινον τὴν φυλακὴν τὸ
ἔπειτα παρεσκευάζοντο. καὶ τὸ θέρος
ἐτελεύτα.
[116] [116.1] τοῦ
δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι
μελλήσαντες ἐς τὴν Ἀργείαν στρατεύειν,
ὡς αὐτοῖς τὰ διαβατήρια [ἱερὰ ἐν
τοῖς ὁρίοις ] οὐκ ἐγίγνετο, ἀνεχώρησαν.
καὶ Ἀργεῖοι διὰ τὴν ἐκείνων μέλλησιν
τῶν ἐν τῇ πόλει τινὰς ὑποπτεύσαντες
τοὺς μὲν ξυνέλαβον, οἱ δ’ αὐτοὺς καὶ
διέφυγον. [116.2] καὶ
οἱ Μήλιοι περὶ τοὺς αὐτοὺς χρόνους
αὖθις καθ’ ἕτερόν τι τοῦ περιτειχίσματος
εἷλον τῶν Ἀθηναίων, παρόντων οὐ πολλῶν
τῶν φυλάκων. [116.3] καὶ
ἐλθούσης στρατιᾶς ὕστερον ἐκ τῶν
Ἀθηνῶν ἄλλης, ὡς ταῦτα ἐγίγνετο, ἧς
ἦρχε Φιλοκράτης ὁ Δημέου, καὶ κατὰ
κράτος ἤδη πολιορκούμενοι, γενομένης
καὶ προδοσίας τινός, ἀφ’ ἑαυτῶν
ξυνεχώρησαν τοῖς Ἀθηναίοις ὥστε
ἐκείνους περὶ αὐτῶν βουλεῦσαι. [116.4] οἱ
δὲ ἀπέκτειναν Μηλίων ὅσους ἡβῶντας
ἔλαβον, παῖδας δὲ καὶ γυναῖκας
ἠνδραπόδισαν· τὸ δὲ χωρίον αὐτοὶ
ᾤκισαν, ἀποίκους ὕστερον πεντακοσίους
πέμψαντες.
Μετάφραση
84.
Το επόμενο καλοκαίρι ο Αλκιβιάδης έφτασε
στο Άργος με είκοσι καράβια κι έπιασε
όσους Αργείους θεωρούνταν ακόμη ύποπτοι
και άνθρωποι των Λακεδαιμονίων,
τριακόσιους άνδρες, και οι Aθηναίοι τους
απόθεσαν για ασφάλεια στα κοντινά νησιά,
σε όσα εξουσίαζαν. Εκστρατεύσανε επίσης
οι Αθηναίοι εναντίον της Μήλου με τριάντα
δικά τους καράβια, έξι Χιώτικα και δύο
Λεσβιακά, και με χίλιους διακόσιους
οπλίτες, τριακόσιους τοξότες και είκοσι
ιπποτοξότες Αθηναίους, και περίπου
χίλιους πεντακόσιους οπλίτες σύμμαχους
νησιώτες. Οι Μήλιοι είναι άποικοι των
Λακεδαιμονίων και δεν ήθελαν να γίνουν
υπήκοοι των Αθηναίων, όπως οι άλλοι
νησιώτες. Στην αρχή κράτησαν ουδετερότητα
και έμειναν ήσυχοι. Έπειτα, όταν οι
Αθηναίοι μεταχειρίζονταν βία εναντίον
τους καταστρέφοντας τη γη τους, έφτασαν
σε ανοιχτό πόλεμο. Όταν λοιπόν
στρατοπέδευσαν στη γη τους με τη
στρατιωτική αυτή ετοιμασία οι στρατηγοί
Κλεομήδης του Λυκομήδη και Τεισίας του
Τεισιμάχου, και πριν αρχίσουν να την
καταστρέφουν, έστειλαν πρέσβεις για να
κάνουν πρώτα διαπραγματεύσεις. Τους
πρέσβεις αυτούς οι Μήλιοι δεν τους
παρουσίασαν στη συνέλευση του λαού,
αλλά τους κάλεσαν να πουν αυτά για τα
οποία είχαν έρθει στους άρχοντες και
τους προκρίτους. Οι Αθηναίοι πρέσβεις
είπαν στην ουσία τα εξής:
85.
«Επειδή οι προτάσεις μας δε θα γίνουν
προς το λαό, για να μην εξαπατηθεί το
πλήθος ακούοντάς μας να εκθέτουμε, σε
μια συνεχή αγόρευση, επιχειρήματα
ελκυστικά και ανεξέλεγκτα (γιατί
καταλαβαίνουμε πως αυτό το νόημα έχει
το ότι μας φέρατε μπροστά στους λίγους),
σεις οι συγκεντρωμένοι εδώ κάμετε κάτι
ακόμη πιο σίγουρο. Μη μας απαντάτε και
σεις μ' ένα συνεχή λόγο αλλά σε κάθε
σημείο που νομίζετε πως δε μιλάμε όπως
είναι το συμφέρον σας, να μας σταματάτε
και να λέτε τη γνώμη σας. Και πρώτα πρώτα
πείτε μας αν συμφωνείτε με όσα προτείνουμε».
86.
Οι αντιπρόσωποι των Μηλίων αποκρίθηκαν:
«Την καλή σας ιδέα να δώσουμε μεταξύ
μας με ησυχία εξηγήσεις δεν την
κατακρίνουμε, οι πολεμικές όμως ετοιμασίες
που δεν είναι μελλοντικές, αλλά παρούσες
ήδη, βρίσκονται σε φανερή αντίθεση με
την πρότασή σας αυτή. Γιατί βλέπουμε
ότι έχετε ρθει σεις οι ίδιοι δικαστές
για όσα πρόκειται να ειπωθούν και ότι
το τέλος της συζήτησης, σύμφωνα με κάθε
πιθανότητα, θα φέρει σε μας πόλεμο, αν
υπερισχύσουμε εξαιτίας του δίκιου μας
και γι' αυτό αρνηθούμε να υποχωρήσουμε,
δουλεία αν πειστούμε».
87.
ΑΘ. Αν ήρθατε σ' αυτή τη συνεδρίαση για
να κάμετε εικασίες για τα μελλούμενα ή
για τίποτε άλλο, κι όχι, απ' την τωρινή
κατάσταση κι από όσα βλέπετε να σκεφτείτε
για τη σωτηρία της πολιτείας σας, μπορούμε
να σταματήσουμε, αν όμως ήρθατε γι' αυτό,
μπορούμε να συνεχίσουμε.
88.
ΜΗΛ. Είναι φυσικό και συγχωρείται, στη
θέση που βρισκόμαστε, να πηγαίνει ο νους
μας σε πολλά, κι επιχειρήματα και σκέψεις.
Αναγνωρίζουμε ότι η σημερινή συνάντηση
γίνεται βέβαια για τη σωτηρία μας, κι η
συζήτηση, αν νομίζετε σωστό, ας γίνει
με τον τρόπο που προτείνετε.
89.
ΑΘ. Κι εμείς λοιπόν δε θα πούμε με ωραίες
φράσεις μακρούς λόγους, που δεν πρόκειται
να σας πείσουν, ή ότι δίκαια έχουμε την
ηγεμονία μας, επειδή νικήσαμε τους
Πέρσες, ή ότι τώρα εκστρατεύουμε εναντίον
σας, επειδή αδικούμαστε, κι από σας
ζητούμε να μη νομίσετε πως θα μας πείσετε
λέγοντας ή ότι, ενώ είστε άποικοι των
Λακεδαιμόνιων, δεν πήρατε μέρος στον
πόλεμο στο πλευρό τους ή δε μας κάματε
κανένα κακό. Έχουμε την απαίτηση να
επιδιώξουμε πιο πολύ να επιτύχουμε τα
δυνατά από όσα κι οι δυο μας αληθινά
έχουμε στο νου μας, αφού ξέρετε και
ξέρουμε ότι κατά την κρίση των ανθρώπων
το δίκαιο λογαριάζεται όταν υπάρχει
ίση δύναμη για την επιβολή του κι ότι,
όταν αυτό δε συμβαίνει, οι δυνατοί κάνουν
ό,τι τους επιτρέπει η δύναμή τους κι οι
αδύναμοι υποχωρούν κι αποδέχονται.
90.
ΜΗΛ. Όπως εμείς τουλάχιστο νομίζουμε,
είναι χρήσιμο (ανάγκη να μιλάμε γι' αυτό,
επειδή εσείς τέτοια βάση βάλατε στη
συζήτησή μας, να αφήσουμε κατά μέρος το
δίκαιο και να μιλάμε για το συμφέρον)
να μην καταργήσετε σεις αυτό το κοινό
καλό, αλλά να υπάρχουν, γι' αυτόν που
κάθε φορά βρίσκεται σε κίνδυνο, τα εύλογα
και τα δίκαια και να ωφελείται κάπως αν
πείσει, έστω κι αν τα επιχειρήματά του
δε βρίσκονται μέσα στα πλαίσια του
αυστηρού δικαίου. Κι αυτό δεν είναι σε
σας λιγότερο συμφέρον από ό,τι σε μας,
γιατί, αν νικηθείτε, θα μπορούσατε να
γενείτε παράδειγμα στους άλλους για να
σας επιβάλουν την πιο μεγάλη τιμωρία.
91.
ΑΘ. Εμείς για το τέλος της ηγεμονίας
μας, αν αυτή θα καταλυθεί κάποτε, δεν
ανησυχούμε, γιατί δεν είναι επικίνδυνοι
στους νικημένους όσοι, όπως οι
Λακεδαιμόνιοι, ασκούν ηγεμονία πάνω σε
άλλους (άλλωστε η αντιδικία μας δεν
είναι με τους Λακεδαιμονίους) αλλά
επικίνδυνοι είναι οι υπήκοοι, αν τυχόν
αυτοί ξεσηκωθούν και νικήσουν εκείνους
που τους εξουσίαζαν. Όσο γι αυτό, ας
μείνει σε μας η φροντίδα να αντιμετωπίσουμε
τον κίνδυνο. Εκείνο όμως που θέλουμε
τώρα να κάνουμε φανερό σε σας είναι ότι
βρισκόμαστε εδώ για το συμφέρον της
ηγεμονίας μας και όσα θα πούμε τώρα
σκοπό έχουν τη σωτηρία της πολιτείας
σας, επειδή θέλουμε και χωρίς κόπο να
σας εξουσιάσουμε και για το συμφέρον
και των δυο μας να σωθείτε.
92.
ΜΗΛ. Και πώς μπορεί να συμβεί να είναι
ίδια συμφέρον σε μας να γίνουμε δούλοι,
όπως σε σας να γίνετε κύριοί μας;
93.
ΑΘ. Επειδή σεις θα έχετε τη δυνατότητα
να υποταχθείτε πριν να πάθετε τις πιο
μεγάλες συμφορές, κι εμείς, αν δε σας
καταστρέψουμε, θα έχουμε κέρδος.
94.
ΜΗΛ. Ώστε δε θα δεχθείτε, μένοντας εμείς
ήσυχοι, να είμαστε φίλοι αντί εχθροί,
σύμμαχοι όμως κανενός από τους δυο σας;
95.ΑΘ.
Όχι, γιατί δε μας βλάφτει τόσο η έχθρα
σας όσο η φιλία σας. Η φιλία σας, στα
μάτια των υπηκόων μας, θα ήταν απόδειξη
αδυναμίας μας, ενώ το μίσος σας απόδειξη
της δύναμής μας.
96.
ΜΗΛ. Έτσι σκέφτονται οι υπήκοοί σας για
το σωστό, ώστε να βάζουν στην ίδια μοίρα
εκείνους που δεν έχουν καμιά φυλετική
σχέση μαζί σας κι εκείνους που οι
περισσότεροί τους είναι άποικοί σας,
μερικοί μάλιστα απ' αυτούς αποστάτησαν
κι υποτάχτηκαν;
97.
ΑΘ. Ναι, γιατί νομίζουν ότι λόγια που να
στηρίζονται στο δίκαιο δε λείπουν από
κανένα, πιστεύουν όμως πως όσοι διατηρούν
την ελευθερία τους το χρωστούν στη
δύναμή τους κι ότι εμείς δεν εκστρατεύουμε
εναντίον τους από φόβο. Ώστε το να σας
υποτάξουμε εκτός που θα αύξαινε τους
υπηκόους μας θα μας πρόσφερε και ασφάλεια,
και μάλιστα αν σεις, νησιώτες και πιο
αδύναμοι από άλλους δεν υπερισχύσετε
απέναντί μας που είμαστε κυρίαρχοι στη
θάλασσα.
98.
ΜΗΛ. Και δε νομίζετε ότι υπάρχει ασφάλεια
στην πρότασή μας εκείνη; Γιατί κι εδώ
πάλι είναι ανάγκη, όπως εσείς μας
υποχρεώσατε να αφήσουμε τους δίκαιους
λόγους και ζητάτε να μας πείσετε να
υποχωρήσουμε μπροστά στο δικό σας
συμφέρον, έτσι κι εμείς να σας εξηγήσουμε
το δικό μας συμφέρον, αν αυτό τυχαίνει
να είναι μαζί και δικό σας, και να
προσπαθήσουμε να σας πείσουμε. Γιατί
πώς είναι δυνατό να μην κάμετε εχθρούς
σας όσους τώρα είναι ουδέτεροι, όταν
αυτοί, βλέποντας τα όσα έγιναν εδώ,
πιστέψουν πως κάποτε σεις θα επιτεθείτε
κι εναντίον τους; Και μ' αυτό τι άλλο θα
πετύχετε παρά να ενισχύσετε αυτούς που
είναι τώρα εχθροί σας, κι εκείνους που
ποτέ δε σκέφτηκαν να γίνουν, παρά τη
θέλησή τους, να τους στρέψετε εναντίον
σας;
99.ΑΘ.
Καθόλου, γιατί δε νομίζουμε ότι είναι
πιο επικίνδυνοι για μας αυτοί που,
κατοικώντας κάπου στη στεριά, εξαιτίας
της ελευθερίας τους, θ' αργήσουν πολύ
να πάρουν προφυλακτικά μέτρα εναντίον
μας, αλλά οι νησιώτες, όσοι, όπως σεις,
βρίσκονται κάπου ανεξάρτητοι, κι όσοι
είναι κιόλας ερεθισμένοι από τις
αναγκαίες πιέσεις της ηγεμονίας μας.
Αυτοί λοιπόν, με το να στηριχτούν πολύ
στην απερισκεψία, μπορούν να φέρουν,
και τον εαυτό τους κι εμάς, σε φανερούς
κινδύνους.
100.ΜΗΛ.
Αν σεις για να μη χάσετε την ηγεμονία
σας, κι οι υπήκοοί σας για να απαλλαγούν
από αυτήν αψηφάτε τόσους κινδύνους,
φανερό πως εμείς, που είμαστε ακόμη
ελεύθεροι, θα δείχναμε μεγάλη ευτέλεια
και δειλία, αν δεν κάναμε το παν προτού
γίνουμε δούλοι.
101.ΑΘ.
Όχι , αν αποφασίσετε συνετά. Γιατί δεν
αγωνίζεστε με ίσους όρους για να δείξετε
την ανδρεία σας, δηλαδή για να μην
ντροπιαστείτε. Πιο πολύ πρόκειται να
αποφασίσετε για τη σωτηρία σας, δηλαδή
για το να μην αντιστέκεστε στους πολύ
πιο δυνατούς σας.
102.
ΜΗΛ. Ξέρουμε όμως πως καμιά φορά οι τύχες
του πολέμου κρίνονται πιο δίκαια, κι
όχι ανάλογα με τη διαφορά σε πλήθος
ανάμεσα στους δυο αντιπάλους. Και σε
μας η άμεση υποχώρηση δε δίνει καμιά
ελπίδα, ενώ με το να αγωνιστούμε υπάρχει
ακόμη ελπίδα να μείνουμε όρθιοι.
103.
ΑΘ. Η ελπίδα, παρηγοριά την ώρα του
κινδύνου, όσους την έχουν από περίσσια
δύναμη κι αν τους βλάψει δεν τους
καταστρέφει. Όσοι όμως, στηριγμένοι
πάνω της, τα παίζουν όλα για όλα, (γιατί
απ' τη φύση της είναι σπάταλη), μονάχα
όταν αποτύχουν τη γνωρίζουν, όταν πια,
για κείνον που έκαμε τη γνωριμία της,
δεν έχει τίποτε για να το προφυλάξει
απ' αυτήν. Αυτό σεις, αδύναμοι και που η
τύχη σας κρίνεται από μια μονάχα κλίση
της ζυγαριάς , μη θελήσετε να το πάθετε
ούτε να μοιάσετε τους πολλούς που, ενώ
μπορούν ακόμη να σωθούν με ανθρώπινα
μέσα, όταν τους βρουν οι συμφορές και
τους εγκαταλείψουν οι βέβαιες ελπίδες,
καταφεύγουν στις αβέβαιες ελπίδες, τη
μαντική και τους χρησμούς και όσα άλλα
τέτοια, με τις ελπίδες που δίνουν φέρνουν
στην καταστροφή.
104.
ΜΗΛ. Κι εμείς το ξέρετε καλά, θεωρούμε
πως είναι δύσκολο να αγωνιστούμε ενάντια
στη δύναμή σας, μαζί κι ενάντια στην
τύχη, αν αυτή δε σταθεί αμερόληπτη. Όσο
για την τύχη όμως πιστεύουμε, ότι δε θα
αξιωθούμε από τους θεούς χειρότερη
τύχη, γιατί θεοφοβούμενοι εμείς
αντιμετωπίζουμε άδικους. Όσο για τη
δύναμη που δεν έχουμε, τις ελλείψεις
μας θα τις συμπληρώσει η συμμαχία των
Λακεδαιμονίων, που είναι αναγκασμένοι
να μας βοηθήσουν, αν όχι γι' άλλο λόγο,
τουλάχιστον από φυλετική συγγένεια κι
από ντροπή. Δεν έχουμε λοιπόν καθόλου
παράλογα τόσο θάρρος.
105.
ΑΘ. Αλλά κι εμείς νομίζουμε ότι δε θα
μας λείψει η εύνοια των θεών, γιατί δε
ζητούμε και δεν κάνουμε τίποτε που να
βρίσκεται έξω από ό,τι πιστεύουν οι
άνθρωποι για τους θεούς ή θέλουν στις
αναμεταξύ τους σχέσεις. Έχουμε τη γνώμη
για τους θεούς και τη βεβαιότητα για
τους ανθρώπους, ότι, αναγκασμένοι από
ένα φυσικό νόμο επιβάλλουν πάντα την
εξουσία τους όπου είναι πιο δυνατοί .
Το νόμο αυτό ούτε εμείς τον θεσπίσαμε
ούτε θεσπισμένο πρώτοι εμείς τον
εφαρμόσαμε , αλλά τον βρήκαμε να υπάρχει
και θα τον αφήσουμε να υπάρχει παντοτινά,
και τον εφαρμόζουμε ξέροντας ότι κι
εσείς και άλλοι, αν αποκτούσατε την ίδια
δύναμη με μας, θα κάνατε τα ίδια. Όσο
λοιπόν για την εύνοια των θεών, έχουμε
κάθε λόγο να μη φοβόμαστε ότι θα βρεθούμε
σε μειονεκτική θέση. Όσο για την ιδέα
σας για τους Λακεδαιμόνιους, στην οποία
στηρίζετε την πεποίθηση ότι από ντροπή
θα σας βοηθήσουν, ενώ μακαρίζουμε την
αθωότητά σας δε ζηλεύουμε την αφροσύνη
σας. Πραγματικά οι Λακεδαιμόνιοι στις
μεταξύ τους σχέσεις και στις συνήθειες
του τόπου τους δείχνονται πολύ ενάρετοι.
Για τη συμπεριφορά τους όμως απέναντι
σ τους άλλους, μόλο που θα 'χε κανείς
πολλά να πει για το πώς φέρονται, θα
μπορούσε πολύ καλά να τα συνοψίσει αν
έλεγε ότι, από όλους τους ανθρώπους που
ξέρουμε, αυτοί δείχνουν ολοφάνερα ότι
θεωρούν τα ευχάριστα έντιμα και τα
συμφέροντα δίκαια. Και αλήθεια, η τέτοια
νοοτροπία τους δεν είναι καθόλου ευνοϊκή
προς τις τωρινές παράλογες ελπίδες σας
για σωτηρία.
106.ΜΗΛ. Αλλά εμείς γι' αυτόν ακριβώς το λόγο έχουμε αυτή τη στιγμή πιο πολύ την πεποίθηση ότι οι Λακεδαιμόνιοι, για το συμφέρον το δικό τους, δε θα θελήσουν να προδώσουν τους Μήλιους, που είναι άποικοί τους, και να φτάσουν να γίνουν αναξιόπιστοι σους φίλους τους Έλληνες κι ωφέλιμοι στους εχθρούς τους.
107. ΑΘ. Και δε νομίζετε ότι το συμφέρον βρίσκεται στην ασφάλεια, ενώ το δίκαιο και το έντιμο κατορθώνονται με κινδύνους τους οποίους οι Λακεδαιμόνιοι, τις περισσότερες φορές, ελάχιστα αποτολμούν;
106.ΜΗΛ. Αλλά εμείς γι' αυτόν ακριβώς το λόγο έχουμε αυτή τη στιγμή πιο πολύ την πεποίθηση ότι οι Λακεδαιμόνιοι, για το συμφέρον το δικό τους, δε θα θελήσουν να προδώσουν τους Μήλιους, που είναι άποικοί τους, και να φτάσουν να γίνουν αναξιόπιστοι σους φίλους τους Έλληνες κι ωφέλιμοι στους εχθρούς τους.
107. ΑΘ. Και δε νομίζετε ότι το συμφέρον βρίσκεται στην ασφάλεια, ενώ το δίκαιο και το έντιμο κατορθώνονται με κινδύνους τους οποίους οι Λακεδαιμόνιοι, τις περισσότερες φορές, ελάχιστα αποτολμούν;
108.
ΜΗΛ. Αλλά νομίζουμε ότι και τους κινδύνους
για χάρη μας θα αναλάβουν αυτοί πιο
πρόθυμα, κι ότι θα θεωρήσουν πως είναι
πιο σίγουροι αν για μας κι όχι για τους
άλλους τους αναλάβαιναν, τόσο γιατί για
τις πολεμικές επιχειρήσεις βρισκόμαστε
κοντά στην Πελοπόννησο όσο και γιατί
στα φρονήματα, εξαιτίας της φυλετικής
συγγένειας, είμαστε πιο αξιόπιστοι από
άλλους.
109.
ΑΘ. Εγγύηση γι' αυτούς που θα συμπολεμήσουν
δεν είναι η φιλική διάθεση αυτών που
τους καλούν, αλλά αν υπερέχουν σε
πραγματική δύναμη. Κι αυτό το λογαριάζουν
οι Λακεδαιμόνιοι περισσότερο από κάθε
άλλον (από έλλειψη άλλωστε εμπιστοσύνης
στη δική τους ετοιμασία, μονάχα με
πολλούς συμμάχους εκστρατεύουν εναντίον
των γειτόνων τους), ώστε δε φαίνεται
πιθανό ότι αυτοί θα στείλουν στρατό σ'
ένα νησί την ώρα που είμαστε εμείς
θαλασσοκράτορες.
110.
ΜΗΛ. Αλλά θα μπορούσαν να στείλουν κι
άλλους. Κι ακόμη το Κρητικό πέλαγος
είναι πλατύ και μέσα σ' αυτό είναι πιο
δύσκολο οι θαλασσοκράτορες να συλλάβουν
παρά να σωθούν αυτοί που θέλουν να
ξεφύγουν. Κι αν όμως αποτύχαιναν σ' αυτό,
θα μπορούσαν να στραφούν εναντίον της
γης σας κι εναντίον των υπόλοιπων
συμμάχων σας, σε όσους δεν έφτασε ο
Βρασίδας. Και τότε θα έχετε να αγωνισθείτε
όχι μόνο για μια χώρα που δε σας ανήκε
ποτέ, αλλά για πράγματα πιο δικά σας, τη
συμμαχία σας και τη γη σας.
111.
ΑΘ. Ξέρετε από την πείρα σας πως απ' αυτό
κάτι μπορεί να συμβεί, αλλά δεν αγνοείτε
επίσης ότι οι Αθηναίοι ποτέ ως σήμερα
δεν αποτραβήχτηκαν από καμιά πολιορκία,
επειδή φοβήθηκαν άλλους. Παρατηρούμε
όμως ότι ενώ είπατε ότι θα σκεφτείτε
για τη σωτηρία σας, στην πιο πλατιά
συζήτηση δεν έχετε πει τίποτε στο οποίο
βασισμένοι λογικοί άνθρωποι θα πίστευαν
ότι μπορούν να σωθούν , αλλά τα πιο δυνατά
σας στηρίγματα είναι μελλοντικές
ελπίδες, ενώ τα μέσα που έχετε είναι
πολύ μικρά για να υπερισχύσετε, αν
συγκριθούν με εκείνα που αυτή τη στιγμή
βρίσκονται παραταγμένα εναντίον σας.
Και δείχνετε μεγάλη απερισκεψία αν,
αφού ζητήσετε να αποσυρθούμε, δεν
αποφασίσετε όσο ακόμη είναι καιρός κάτι
άλλο πιο φρόνιμο απ' αυτά. Να μην πάει ο
νους σας στη ντροπή που τόσο συχνά
καταστρέφει τους ανθρώπους, όταν
αντιμετωπίζουν κινδύνους φανερούς και
ταπεινωτικούς. Γιατί πολλούς, ενώ ήταν
ακόμη σε θέση να ιδούν καθαρά σε ποιους
κινδύνους οδηγούνταν, τους παρέσυρε η
δύναμη μιας ελκυστικής λέξης, της
λεγόμενης ντροπής, και, νικημένοι απ'
τη λέξη, στην πράξη έπεσαν θεληματικά
σε αγιάτρευτες συφορές κι ακόμη απόχτησαν
ντροπή πιο ταπεινωτική, αφού αυτή ήταν
αποτέλεσμα ανοησίας παρά τύχης. Αυτό
σεις, αν σκεφτείτε φρόνιμα, θα το αποφύγετε
και δε θα νομίστε άπρεπο να υποχωρήσετε
στην πολιτεία την πιο δυνατή που σας
προτείνει όρους λογικούς, να γίνετε
δηλαδή σύμμαχοί της πληρώνοντας φόρο,
διατηρώντας τη χώρα σας, και, ενώ σας
δίνεται η εκλογή ανάμεσα στον πόλεμο
και στην ασφάλεια, εσείς να διαλέξετε
τα χειρότερα επιζητώντας να φανείτε
ανώτεροι. Γιατί όσοι στους ίσους δεν
υποχωρούν, στους δυνατότερους φέρνονται
φρόνιμα και στους κατώτερους δείχνονται
μετριοπαθείς, αυτοί πιο πολύ προκόβουν.
Σκεφτείτε, λοιπόν, όταν εμείς αποσυρθούμε,
και συλλογιστείτε πολλές φορές ότι
αποφασίζετε για την πατρίδα, για τη μια
και μόνη πατρίδα σας, κι ότι απ' τη μιαν
αυτή απόφασή σας θα εξαρτηθεί το να
ευτυχήσει τούτη ή να δυστυχήσει.
112.
Οι Αθηναίοι αποχώρησαν από τη συζήτηση
και οι Μήλιοι , όταν μείνανε μόνοι τους,
επειδή αποφάσισαν παραπλήσια με εκείνα
που έλεγαν πρωτύτερα, αποκρίθηκαν τα
εξής: «Ούτε γνώμη διαφορετική από την
προηγούμενη έχουμε, Αθηναίοι, ούτε μέσα
σε λίγες στιγμές θα στερήσουμε μια πόλη,
που υπάρχει εδώ και εφτακόσια χρόνια,
από την ελευθερία της, αλλά έχοντας
εμπιστοσύνη στην τύχη, που χάρη στην
εύνοια των θεών την προστατεύει ως τώρα,
και στη βοήθεια των ανθρώπων, ιδιαίτερα
των Λακεδαιμονίων, θα προσπαθήσουμε να
τη σώσουμε. Σας προτείνουμε όμως να
είμαστε φίλοι σας, εχθροί με κανένα από
τους δυο σας, και να φύγετε από τη γη
μας, αφού κάνουμε συνθήκη που θα την
κρίνουμε ωφέλιμη και στους δυο μας».
113.
Οι Μήλιοι λοιπόν τόσα μονάχα αποκρίθηκαν.
Οι Αθηναίοι αποχωρώντας πια οριστικά
από τις διαπραγματεύσεις είπαν:
«Πραγματικά, όπως νομίζουμε ύστερα από
την απόφασή σας αυτή, είστε οι μόνοι που
κρίνετε τα μελλοντικά πιο καθαρά από
αυτά που βλέπετε μπροστά στα μάτια σας,
και τα άγνωστα, επειδή τα θέλετε, τα
θεωρείτε σαν να γίνονται στην
πραγματικότητα. Τα έχετε παίξει όλα και
- στηριγμένοι ολότελα στους Λακεδαιμόνιους,
την τύχη και τις ελπίδες - θα τα χάσετε
όλα».
114.
Οι Αθηναίοι πρέσβεις γύρισαν στο
στρατόπεδο και οι στρατηγοί, αφού οι
Μήλιοι δεν υποχωρούσαν σε τίποτε, άρχισαν
αμέσως τις εχθροπραξίες, κι αφού μοίρασαν
τη δουλειά στα στρατιωτικά τμήματα της
κάθε πόλης, έζωσαν κυκλικά με τείχος
τους Μήλιους. Ύστερα οι Αθηναίοι άφησαν
φρουρά από δικούς τους στρατιώτες και
συμμάχους, στη στεριά και τη θάλασσα,
κι έφυγαν με το μεγαλύτερο μέρος του
στρατού. Οι υπόλοιποι έμειναν και
πολιορκούσαν τον τόπο.
115.
Την ίδια εποχή επιχείρησαν και οι Αργείοι
να εισβάλουν στη Φλειασία, έπεσαν όμως
σε ενέδρα Φλειασίων και δικών τους,
Αργείων, φυγάδων, και σκοτώθηκαν περίπου
ογδόντα. Επίσης στην Πύλο οι Αθηναίοι
πήραν πολλά λάφυρα από τους Λακεδαιμονίους.
Οι Λακεδαιμόνιοι ούτε κατάγγειλαν
εξαιτίας αυτού του γεγονότος τη συνθήκη
ειρήνης ούτε άρχισαν εχθροπραξίες,
διακήρυξαν όμως πως όποιος δικός τους
θέλει μπορεί να προξενεί καταστροφές
στους Αθηναίους. Επίσης η Κόρινθος έκανε
πόλεμο με τους Αθηναίους λόγω ορισμένων
διαφορών που είχε μαζί τους. Οι άλλοι
Πελοποννήσιοι δεν προέβαιναν σε πολεμικές
ενέργειες. Τέλος οι Μήλιοι, με νυχτερινή
έφοδό τους στο τμήμα του περιτειχίσματος
των Αθηναίωνπου ήταν κοντά στην αγορά,
σκότωσαν μερικούς φρουρούς και, αφού
έβαλαν στην πόλη στάρι κι άλλα χρήσιμα
εφόδια, όσο περισσότερα μπορούσαν,
αποσύρθηκαν μέσα και κάθονταν ήσυχοι.
Ύστερα από αυτό οι Αθηναίοι έπαιρναν
μέτρα ώστε να γίνεται καλύτερα η φρούρηση.
Στο μεταξύ τελείωσε το καλοκαίρι.
116.
Τον
επόμενο χειμώνα οι Λακεδαιμόνιοι
σχεδίαζαν να εισβάλουν στην Αργολίδα,
επειδή όμως οι θυσίες για τη διάβαση
των συνόρων δεν τους έβγαιναν ευνοϊκές,
γύρισαν πίσω. Και αυτό το σχέδιο των
Λακεδαιμονίων έκανε τους Αργείους να
υποπτευθούν ορισμένους στην πόλη τους,
από τους οποίους κάποιους συνέλαβαν,
και κάποιοι άλλοι διέφυγαν. Την
ίδια εποχή οι Μήλιοι πάλι σε άλλο σημείο
κυρίεψαν ένα μέρος από το τείχος των
Αθηναίων που τους έζωνε, όπου οι φρουροί
δεν ήταν πολλοί. Ύστερα από το γεγονός
αυτό ήρθε κι άλλος στρατός από την Αθήνα,
με αρχηγό το Φιλοκράτη του Δημέα. Και
οι Μήλιοι, επειδή πολιορκούνταν πια
πολύ στενά, έγινε μάλιστα και κάποια
προδοσία από ανάμεσά τους, συνθηκολόγησαν
με τους Αθηναίους με τον όρο να αποφασίσουν
εκείνοι για την τύχη τους. Κι αυτοί
σκότωσαν όσους Μήλιους ενήλικους
έπιασαν, κι έκαμαν δούλους τα παιδιά
και τις γυναίκες. Το νησί το αποικίσανε
οι ίδιοι στέλνοντας αργότερα πεντακόσιους
αποίκους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου